λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχισταἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο.οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωνταςἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν,οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρωναὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν·τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαιἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιοδείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναιπετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσινβέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιναὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμηπέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητοςἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν·Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξιςἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναιτῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆταιχερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσωτῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθηνηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴπλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμηἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαιναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλοςφαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσεινμαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρΖεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι.ὧς φάτο δακρυόεις· σὺν δʼ ἔννεπον ἀσχαλόωντιὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δʼ ἄρα πᾶσινπαχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισινἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιοἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τινʼ ὄμβρον