Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγεἌργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο,φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶαςβέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντοςἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴνὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιννισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος ΑἴηςΚολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος ἈράξεωΦάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφωΚαυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶννηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον,ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαικαπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸνειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα·ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξενῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη,Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσαἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαννυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδηοἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθανγηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσινκῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπηςὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείραςἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷβάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖςῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴφαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃθῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω