ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβοςοὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταομήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις.τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν,δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰςδέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳδὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον,εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίηννῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντωνοὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι·ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονταικαὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Ἀπόλλωνοςβωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσινἈλκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσενἈρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαιΜηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.ἤματι δʼ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δʼ οὖροςἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δʼ ἀνέμοιοπνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπωαἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,ὄφρʼ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισινλαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσουςἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλαμεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσαςνύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντοπροπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσωνηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖοτάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσεἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγεπλυμμυρίς—καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιοἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς