νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴΜήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι.ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπωντερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶπικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητιδεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσινλῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσανἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθενἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦΚόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσινὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶσκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντεςΦαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργωνβαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶταιἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξινἭρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλωνἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρτιν·ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνουκίρνασθαι· θυέων δʼ ἀποτηλόθι κήκιε λιγνύς.αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσινἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται·θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώωνεἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιουἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆςταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτεοἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκαςἈρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπενἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,