Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσονταςὙλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσανπέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστουἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες,αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴνἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέωνἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης.κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷαΕὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳδέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳνάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθενχρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτοτιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιννύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποιςἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη·τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστηναἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο·αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴἭρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρονΜηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαντεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶνδούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴνδυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντοςνυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαιἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο,