πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαιθείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητιπαῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς·οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη,πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ,ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντραπῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντοἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμιΚόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο.τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστηἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαιἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσανοὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθληνεἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος.ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτοἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκεςἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναιΑἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆαλίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸςἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσανοὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν