Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσανΑἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴνἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς αὐτους .σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷαἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσηςδερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοιςαὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθεἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο,ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν.σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν,φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆςἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρανὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσανγαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσειἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκναχηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰςμνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα·ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,κρείων Ἀλκίνοος πολυπότνιά τʼ ἈλκινόοιοἈρήτη ἄλοχος, κούρης πέρι μητιάασκονοἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτηνκουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχωνπαρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργοςἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμενΑἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρηαἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκενφάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν