Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαιἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴννωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιναὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιοκρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισινδηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺςΑἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶνἈρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοιςἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτηνὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητιμαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο,ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης,μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσινκεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεντῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλημῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸςδώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε,πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειανἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τεκαὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοιςὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητιταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶνκείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδεχρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτιςἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆαςὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμωνἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν