αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρηςΚολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγεἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπωφύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων.ἤτοι ὁ μὲν δήμοιο μετʼ ἀνδράσιν, ὅσσοι ἄριστοι,παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκενοἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳΑἰήτης ἄμοτον κεχολωμένος· οὐδʼ ὅγε πάμπανθυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη·τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείηςτάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴνληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα.τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσεπλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ.καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη,φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς,εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαιὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸςἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπωνφάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο.κύσσε δʼ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθενσταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸνῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶκάλλιπε παρθενίης, ἀδινῇ δʼ ὀλοφύρατο φωνῇ·τόνδε τοι ἀντʼ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.ὧς ἄρʼ ἔφη· βλεφάρων δὲ κατʼ ἀθρόα δάκρυα χεῦεν.οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιοληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργαεἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης·τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.