ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτωςἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραιἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείωςἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιοκινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγεμέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖανθευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασινἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖςφηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστηςαὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήωνκαὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω,χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθενὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου.σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοιἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντεςἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδηἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν·τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλωνπαρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη,ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ