οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροιλαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳἈμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦαἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασαὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασινοἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸνοὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτοἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσαςὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν·τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρηνδήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσειςΚύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλωνἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι,τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸςλίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι,μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντινʼ ἀθύροιμολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτʼ ὄσσεἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας· ἐς δὲ κελεύθουςτηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπονἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθηὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο,ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαιἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν·ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαιΑἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.