ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαιἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρεςκνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶεἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς,νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνηςἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησαμὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖανἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληταιπᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶντάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμενμειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίηςλεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην.καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθεἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴΧαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαιἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸνκέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃδῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμενφάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις.αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσαςἌργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσενἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο ΜόψοςἈμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖνοἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν,οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλωνἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,