οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖοφάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσινκούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇλωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζεαἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιναἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο.τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθενχροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃσαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦΚασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸςἸαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης·σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθληνδεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαιἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶναςλεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖοχρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖαὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς