ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιενἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγόρευσεν·οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶπαρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίωνοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν·Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντιτυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖοοὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει.καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺςἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντηνἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν·ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴμυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινεχωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη·ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴβῆ ῥʼ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,οὐκ οἶον, μετὰ μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺςοὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγεχρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.καί ῥʼ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷμάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,