ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰφάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο.ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπουςἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως,αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγεφάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνωδεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο.ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαιθυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται,μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι,ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα.καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰςἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναιἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίηφάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγοςἨριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι.ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγειἌργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶπαρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇνεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλονκαλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρηνἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσαστεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦενθεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαιἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντοἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,