τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰςἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίαςἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρωνδωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴπήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γεἈρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαιΧαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺςἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας.φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαιμοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆαςφάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω;τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;ἦ μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα;δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπηςλωφήσειν ἀχέων· τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο,κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,ἐρρέτω ἀγλαΐη· ὁ δʼ ἐμῇ ἰότητι σαωθεὶςἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο.αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτʼ ἐξανύσειεν ἄεθλον,τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ,ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσωκερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσειπότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαιΚολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖοκάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,μαργοσύνῃ εἴξασα. τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος;ᾤ μοι ἐμῆς ἄτης. ἦ τʼ ἂν πολὺ κέρδιον εἴητῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισινπότμῳ ἀνωίστῳ, κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν,πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.