παίδων εἵνεκʼ ἐμεῖο; καὶ ἐκ κείνοιο δʼ ἱκάνειἌργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα.ὧς φάτο· τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,φοινίχθη δʼ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺςεἷλεν ἰαινομένην, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοιἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδωνσῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν,κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴφημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷνηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆαςλήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸνοἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴναὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτιςαἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι.νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνοςἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτηςἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδωνμητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν·οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦενἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρενδειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλενφθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγληὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητιἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθαὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ