ὧς φάτο· τῆς δʼ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼςπαρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλενγλώσσης, ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο.πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν·φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω· ὀψὲ δʼ ἔειπεντοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες·Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳλεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράανταθείη, μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο.φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίηδείματι, τοῖʼ ἐσάκουσεν· ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν·καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπωσχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων,μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαιλευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσαεἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ·νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸνἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴλεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν.τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις,ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλενἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαιαὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθενΓαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν·οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,