ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεναὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳχραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσαπαισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαιαὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσωστρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινενεἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτιςλέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισινμύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιναἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφωδήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περσῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνωμυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησενδμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶνἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιομῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασαἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρηκέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς·ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴνἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήωνδῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίηςπείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.