τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖανπατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶνεἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτινφράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο·ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισινχωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαιἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο,Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν,Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴπρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτοπατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσινἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνοςλέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταοἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτοκουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιναὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι·σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷπρούθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστονπατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφωτὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησανχωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχουςπάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸνὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν·δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθοςἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρηνἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.