καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροιἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσωναὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖοἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικενμηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαικαρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸςεὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαοτυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχωννόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνταιἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνηςαὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴνὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέονταδέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντωνξείνων μειλιχίῃ μελιχίη τε θεουδείῃ τʼ ἐκέκαστο,εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκενἙρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόνταςἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλενὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρωναὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσεινυἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺςἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆςκαὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξινλευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθληςσφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·