οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργοςτοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τινʼ οἴωμητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶτυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπηςλώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο,τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαιφάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή,καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντεςμνησάμεθʼ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμηνἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταοπειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην.ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰςὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψοςτοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέπονταςμήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστονπέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνιςπότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷτόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰςμνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας,δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν,οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας