δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος.Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν·ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοιςὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρενἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροιγηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωροὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαιταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσινγηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷχρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλοβέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην.ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος,δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺςθαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπαβουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν.εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθενἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλοντῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγεσχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδαςὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο·σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσινἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλουςἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.