οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαιαὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο.θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸςκάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρηλοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειροςἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο.καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταοκαρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζεἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσαἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρειαὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸςΑἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπανἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰςδάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντωνφθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσαδμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαντὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι.κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖοφαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβοςἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς