ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάνταδαίδαλα χάλκευεν ῥιπῇ πυρός· πυρός` ἡ δʼ ἄρα μούνηἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοιςκόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺςπλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσαἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζειδηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γελίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχειΑἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα.τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληταιλυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσωνἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρουἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησενθήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάνταοὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶνχείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείραςαὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβηντίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων.ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν·πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτοΚύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω