ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλωςοὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε,δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα,πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω,ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος,τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονταιταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηοςτετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳοὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόνταςἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζωνκείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρηνπαύομαι ἀμήτοιο. σὺ δʼ, εἰ τάδε τοῖα τελέσσεις,αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲςἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξαςἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχενθαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·ὀψὲ δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντατλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλοῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγεσμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλοςἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων,Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος