Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο.τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις,δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιοΑἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν.ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοιςεἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλισταΧαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει·ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο·οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας,σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσαςἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαονειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸςἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκενΑἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτωςἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας,οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαιτλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμωνκαὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃθεσπεσίην θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδηπρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλονδῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸςδιχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειονφραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·