ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶταςνήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμαλυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν.οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσονηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείναςεὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντεςνηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκενἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν,οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντεςἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω.τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαικαὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇσφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξεινστεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνινκαὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰςΑἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν,τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μινλάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοιςἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶνωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστονἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶςἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνειχερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσεινδωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέονταςΣαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τεἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν,κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες·