ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθεὶςΑἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσινἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιοκαγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃνέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶβάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντοστηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλληνμνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷχερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιοδαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει·τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃοὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰςἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸςυἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντωνξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτησωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖοπείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιοδινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζενΚίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθαἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν,εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονταιἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθενἌργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαομειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι