ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο.τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδειαπρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθονταἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρεςἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγεἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζενἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτονηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσενΧαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαινήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαιἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσαὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶμητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντεςγηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντεςτηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα.δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτηςλευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθεπατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίαςἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητιμητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιοἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντοταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷκόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος,τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστροςτέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσαςἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν.ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν