ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανταιδέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρενἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι,ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαιςδενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσηνκαὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσινθηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσαἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιενΚόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντοΑἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτοςεὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχουςἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιολαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖοἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισινὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσινἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνενἭφαιστος. καί ῥʼ ἡ μὲν ἀναβλύεσκε γάλακτι,ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσινθέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαιςκρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταοτεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεωνἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρονἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποιςδέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶδικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·