οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηναοὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶςἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶνφαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτεἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸςἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο.αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουονἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν.ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασινπᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκωνἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι·αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο,υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους.πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας,εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντεςφρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλημῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθενλωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειενἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκειπρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτομητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαοπασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαιὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαοσκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρχέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ