τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγελάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσωνμνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρεςαἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοιςἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃθαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντοςἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιοΑἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντεςἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖανμητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαιἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν.οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοιμαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα·τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδηνἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τεἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχριςὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼςὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσινμίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσινλαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷκαὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζεβριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζεκλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·