πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ ῥʼ ὑπὸ μέσσαςἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃοὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαντυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλισταδειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω,σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι.δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρουβώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸςλαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖοβάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόνταςἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειενγηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸχαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιολείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτεςἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι,τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα.καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰςγηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροιθάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάωναὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸνἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόνταςθήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸςἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο.οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουρανγηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσινδούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσινἌρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγληνειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντοςἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαιλυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη