καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρειεἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρωναὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξενὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας.βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρωνἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιοκευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλακαρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρημίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις.πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφωμυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισινφῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν,πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς,δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃνειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντεςἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθοςβάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο.καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσαςεἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ,ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλονσφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθατῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶταςγούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείωςΤυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν—ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείραςχάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆαχαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων