ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις,Πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσωνφάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνενἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροιπείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντοκεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτωςἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδαςκόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησανγηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου.καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴσμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθενχεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιοσκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθενκυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει·τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων.φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσανχειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαιἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλωνμέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντεςῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσαγίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτοςκηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον,νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσανχαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων