ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰςχροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστοσῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτωςἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσαςβῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησενΚύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός,καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτωςἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω·καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμακεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστειαἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλοχειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳδιπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαιςκυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν.τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταοθέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστωἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνοςνωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσινἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς,ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω,εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷμητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃπρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον.βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιοαἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος