ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖοεὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶροςἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξενΛημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξαςνήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν,αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺςπῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσακευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησενἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντοσμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες.στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγεὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαννύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνηνΦάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧςἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισινμίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθενΚαυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστοθώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξαςσφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγοςἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο.ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχοςδεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστηἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆατῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρονἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸςβήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληοςἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν, ὥς κεν ἀέθλῳπαρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶναἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης