οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτοἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο.αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρωνἼδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοιγηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖπέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσονταςἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσινκρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόνταςἈονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ ΘήβῃΚάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν,πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλωνὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασαΑἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισινΚάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαιπροφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλουἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖανἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·Νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύναςἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσωναὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτουἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκασταἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνηςἌργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός.ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν