εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τεἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντοσῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τεκαὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισινπορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητοςἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλενἙλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτοΑἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν.ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθενσιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρηἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱθυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιοδύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσινπείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσωνεἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησανπᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν.ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης,καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθληνδαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδεθῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσανΧαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθωνἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο.ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθενλέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα