Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα ΠρομηθεὺςἸαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺςἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαιπολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαιΑἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖοδή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνηνπαρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνωςἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπαςΜίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι,μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήωνμνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο·ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιενἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴηνἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶνδάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.