ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇγυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίηςἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστωκαὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶγηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσαφλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸνἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλουχάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσανχερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντεςσπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ,καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιενἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτοςἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητιοἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσαθεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦενμυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖοπόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντηνἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸςδεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντοςμνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασινδώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖανΠασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρηςοὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρσεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γεφεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον