ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης,πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃςτόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικαςἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσανεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸςαἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι.προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρηςφάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασαψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαοστράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰςὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσωτηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρσητήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδοναἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες.ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν.εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισινβόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυνἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο,λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦποςἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσαςοὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.