εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας ἸήσωνΜηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσανἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγειςπαρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσινμίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησανἭρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλωνἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαιβούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντεςχρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιενμειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπωφράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσειθυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρητοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφωπαιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηταικούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσινθέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίωκείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγεἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντοΚύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιοἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.