Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,νόσφι δʼ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δʼ ἄλλῳνυκτί τʼ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλληφυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγεποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντεςὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφινἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇλιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρηνγνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες,αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,ᾗ ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσινμόσσυνας, καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζεἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣςφορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσωνἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,σχέτλιος. ἢν γάρ πού τι θεμιστεύων ἀλίτηται,λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεννήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσινἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσονταἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο,ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσανἧκʼ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳδίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸνβλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.