σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί,Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃλεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν,ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷγνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππηνἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποιναἹππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξενἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω.τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρατόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκασταπεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή.ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδεὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖανἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι·αἰεὶ δʼ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλισταἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν,ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν,ὅππῃ ὑπεξαφύονται· ὁ δʼ ἀμφαδὸν ἄμμιγα παύροιςπόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξανὑσμίνην, καὶ δʼ οὔ κεν ἀναιμωτί γʼ ἐρίδηναν—οὐ γὰρ Ἀμαζονίδες μάλʼ ἐπήτιδες, οὐδὲ θέμισταςτίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·ἀλλʼ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τενύμφης, ἥ τʼ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα—εἰ μὴ ἄρʼ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταοἤλυθον· οἱ δʼ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν,ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλʼ ἀνὰ γαῖανκεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·νόσφι μὲν αἵδʼ αὐταί, τῇσιν τότε κοιρανέεσκεν