τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴτετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντεςθάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαιἈμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντεςπείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνιβωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺςθῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαννῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντοἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητοἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκοςταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσειῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρηΛητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ,ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντεςσήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους,Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσινγνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖςαἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι νύκτα.αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσενπαρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇδωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναιἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶντήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιουἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τετῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,