αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν·Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν;οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι,οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταοἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαιπετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψειἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτονῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ.τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τεὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγεἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινονἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸλαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖοἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα,Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντεςἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιοἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς.οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴΦερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαολισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα