αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα,ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃτύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοιςἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸχρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,τόνδε πολισσοῦχον διεπέφραδε ΒοιωτοῖσινΝισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιοἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος ΑἰολίδαοἼδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευανἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦενμοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸναὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαναὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτουμνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσινθυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος.καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρηθάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαιατίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστοἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν·Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλωνγαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηοςἴδριν ἐόντα ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσωνπαρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν.τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψειναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα,θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.