θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηταιδοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθενκαὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντωνἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπωνἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρωφορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς,βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖανχεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη,κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυντυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβωνκόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσωῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησανἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός.οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννουςἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγανʼ ἑταῖροιἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρἤλασʼ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δʼ ἑκάτερθενἔνθα καὶ ἔνθʼ ὤμοισιν ἐπʼ ἀμφοτέροις ἐκεάσθη.αὐτὸς δʼ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσαςπλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δʼ ἆσσον ἰόντοςδεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή.Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάωνοὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δʼ ἐπὶ δέρματι μοῦνοννηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷαἼφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχʼ ἔμελλεναὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.καὶ τότʼ ἄρʼ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱὸςαἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸνἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ